Ancient Greek
Book 3, Chapter 6
Clement of Alexandria, Στρώματα 3.6.54
Not analysed yet
Ἡ δὲ Καρποκράτους δικαιοσύνη καὶ τῶν ἐπ’ ἴσης αὐτῷ τὴν ἀκόλαστον μετιόντων κοινωνίαν ὧδέ πως καταλύεται. ἅμα γὰρ τῷ φάναι τῷ αἰτοῦντί σε δός ἐπιφέρει· καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς, ταύτην διδάσκων τὴν κοινωνίαν, οὐχὶ δὲ τὴν λάγνον. πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος; τί δ’ ὅταν ὁ κύριος φῇ· ἐπείνασα καὶ ἐχορτάσατέ με, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με. εἶτα ἐπιφέρει· ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. οὐχὶ δὲ τὰ αὐτὰ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομοθετεῖ; ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ φησίν.