Ancient Greek
Book 3, Chapter 6
Clement of Alexandria, Στρώματα 3.6.55
Not analysed yet
καὶ πάλιν ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε εἶπεν. πενία δὲ ἄνδρα ταπεινοῖ· χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. ἐπιφέρει δέ· ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεται· καὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται. οὐχὶ διασαφεῖ ἄντικρυς; ὡς οὖν ἐξ ἐναντίων ὁ κόσμος σύγκειται ὥσπερ ἐκ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὕτω κἀκ τῶν διδόντων κἀκ τῶν λαμβανόντων. πάλιν τε αὖ ὅταν εἴπῃ· εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς, ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι· οὐ γὰρ πεπληρώκει τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος ἐδιδάσκετο δἰ ἀγάπην μεταδιδόναι.