Ancient Greek
Book 4, Chapter 18
Clement of Alexandria, Στρώματα 4.18.114
Not analysed yet
εἰκότως γοῦν καὶ τὰ τούτων ἀθλα διάφορα· τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν. Ἐνταῦθα γενόμενος ἀνεμνήσθην τινὸς φάσκοντος ἑαυτὸν γνωστικόν. ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ ἐμβλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ’ αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται· εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι.