Ancient Greek
Book 4, Chapter 18
Clement of Alexandria, Στρώματα 4.18.115
Not analysed yet
λέγουσιν οὖν οἱ τὰς ἱστορίας συνταξάμενοι Βοκχόριδος τοῦ δικαίου κρίσιν τοιάνδε. ἐρῶν ἑταίρας νεανίας πείθει μισθῷ τινι ὡρισμένῳ τὴν παῖδα ἀφικέσθαι τῇ ὑστεραίᾳ πρὸς αὐτόν. προλαβούσης ὄναρ τῆς ἐπιθυμίας παρ’ ἐλπίδα κορεσθεὶς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πως αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα. ἧκον οὖν ἐπὶ τὸν κριτήν. τὸ βαλλάντιον οὗτος τοῦ μισθώματος τὸν νεανίσκον προτείνειν κελεύσας, ἐν ἡλίῳ δέ, τὴν ἑταίραν λαβέσθαι προσέταξεν τῆς σκιᾶς, χαριέντως εἴδωλον μισθώματος ἀποδιδόναι κελεύσας εἰδώλου συμπλοκῆς.