Ancient Greek
Book 4, Chapter 19
Clement of Alexandria, Στρώματα 4.19.124
Not analysed yet
οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν οὐκ ἐπ’ ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ’ ἡμῖν. τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δ’ ἐφ’ ἡμῖν οὐδαμῶς, οὐδ’ εἰ μάλιστα ἐνίσταιτο· θεόσδοτον γὰρ τὸ δῶρον καὶ οὐχ ὑποπῖπτον ἄλλῳ τινί. ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἄν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.