Ancient Greek
Book 4, Chapter 20
Clement of Alexandria, Στρώματα 4.20.125
Not analysed yet
Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δ’ ,ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἅν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν. καὶ αὖθίς που τούτοις τὰ ὅμοια· ἡδὺ δέ, ἢν κακόν πράξῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος. τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πως ὑποδεικνύων κἀν ταῖς συμφοραῖς ἐπιφέρει· σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦς̓ ἀνέξομαι καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν· μετὰ γὰρ τῶν φίλων εὐτυχεῖν δυστυχεῖν τε χρή· τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε;