Ancient Greek
Book 4, Chapter 25
Clement of Alexandria, Στρώματα 4.25.157
Not analysed yet
διὰ τοῦτο ἄλφα καὶ ὦ ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν λαβών. διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ τὸ δἰ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι, ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶ καὶ διαστῆναι καὶ μερισθῆναι. διὰ τοῦτο τάδε λέγει κύριος· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκί, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ’ ἢ οἱ Λευῖται. ἀλλογενεῖς δὲ εἴρηκεν τοὺς μὴ πιστεῦσαι βουληθέντας, ἀλλ’ ἀπιστεῖν ἐθέλοντας.