Ancient Greek
Book 4, Chapter 25
Clement of Alexandria, Στρώματα 4.25.158
Not analysed yet
μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ. διὰ τοῦτο πασῶν περιτεμνομένων τῶν φυλῶν ἁγιώτεραι ἐλογίσθησαν αἱ εἰς ἀρχιερεῖς τε καὶ βασιλεῖς καὶ προφήτας χρίουσαι. ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ’ ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ’ ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς. μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ’ ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν. καθαρίζονται δὲ καὶ οὗτοι ἡμέραις ἑπτὰ δἰ ὅσων ἡ γένεσις τελειοῦται· τῇ ἑβδόμῃ γὰρ ἡ ἀνάπαυσις θρῃσκεύεται, τῇ δὲ ὀγδόῃ ἱλασμὸν προσφέρει, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, καθ’ ὃν ἱλασμὸν ἔστι λαβεῖν τὴν ἐπαγγελίαν.