Ancient Greek
Book 4, Chapter 5
Clement of Alexandria, Στρώματα 4.5.22
Not analysed yet
τούτων οὖν ἀνθεκτέον οὐ δἰ αὐτά, ἀλλὰ διὰ τὸ σῶμα, ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, ἐφ’ ἣν ἡ ἀναφορά. ἐν ταύτῃ γὰρ μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τό γε μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναί τινας ἡδονάς. ἔπειτα δὲ εἴ τινας μὲν αἱρούμεθα τῶν ἡδονῶν, τινὰς δὲ φεύγομεν, οὐ πᾶσα ἡδονὴ ἀγαθόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀλγηδόνων ὁ αὐτὸς λόγος, ὧν τὰς μὲν ὑπομένομεν, τὰς δὲ φεύγομεν, ἡ δὲ αἵρεσις καὶ φυγὴ κατ’ ἐπιστήμην γίνεται· ὥστε τὴν ἐπιστήμην εἶναι τὸ ἀγαθόν, οὐ τὴν ἡδονήν, δἰ ἣν ἔστιν ὅτε καὶ τὴν ποιὰν ἡδονὴν αἱρησόμεθα.