Ancient Greek · ~2 min
Book 4, Chapter 5
Clement of Alexandria, Στρώματα 4.5.23
Not analysed yet
αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δἰ ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται. εἰ δὲ κατὰ μὲν δίψαν ἡ ἀλγηδὼν νοεῖται, κατὰ τὴν πόσιν δὲ ἡ ἡδονή, ποιητικὴ τῆς ἡδονῆς ἡ ἀλγηδὼν ἡ προϋπάρξασα γίνεται· ἀγαθοῦ δὲ ποιητικὸν τὸ κακὸν οὐκ ἂν γένοιτο, οὐθέτερον οὖν κακόν. ὁ μὲν οὖν Σιμωνίδης, καθάπερ καὶ Ἀριστοτέλης, ὑγιαίνειν μὲν ἄριστον ἀνδρί, γράφει, δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν ἀδόλως. καὶ ὁ Μεγαρεὺς Θέογνις· χρὴ πενίην φεύγοντα καὶ εἰς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ’ ἠλιβάτων. ἔμπαλιν δὲ Ἀντιφάνης ὁ κωμικὸς ὁ πλοῦτος φησί, †πλέον θάτερον βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.