Ancient Greek
Book 4, Chapter 5
Clement of Alexandria, Στρώματα 4.5.24
Not analysed yet
αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κηρύττεται· καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν, φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων. κακὸν οὖν ἦν τι παίδευμα εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί, ἐν τῷ Ἀλεξάνδρῳ ὁ Εὐριπίδης πεποίηκεν. εἴρηταί γε· ἡ πενία σοφίαν ἔλαχε διὰ τὸ συγγενές. ἁ φιλοχρηματία δὲ οὐ Σπάρταν μόνον, ἀλλὰ καὶ πᾶσαν πόλιν ἕλοι ἄν. οὔκουν μόνον νόμισμα λευκὸς ἄργυρος ἢ χρυσός ἐστιν, ἀλλὰ καὶ ἀρετὴ βροτοῖς, ὥς φησιν ὁ Σοφοκλῆς.