Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.109
Not analysed yet
Εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει· εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. καὶ πάλιν· ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε. καὶ πάλιν· ἀλλ’ εἴ τοι χεῖρας γ’ εἶχον βόες ἠὲ λέοντες, ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν τοιαῦθ’ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον.