Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.110
Not analysed yet
Ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· οἳ μὲν ἀδμῆτες ἀεικελιᾶν νούσων εἰσὶν καὶ ἄνατοι, οὐδὲν ἀνθρώποις ἴκελοι· Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος· τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ’; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.