Ancient Greek · ~2 min
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.112
Not analysed yet
Ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησίν· κλῦθί μοί, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης δὲ ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος αὐτὸς γὰρ πάντων φησὶ βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος. Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.