Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.113
Not analysed yet
Ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ Κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.