Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.114
Not analysed yet
Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν ὁρᾷς φησὶ τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. ἐν δὲ τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νύξ αἰολόχρως ἄκριτός τ’ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησίν· Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανός· Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε ὑπέρτερον.