Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.131
Not analysed yet
Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ γνόφος· καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα. τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ. ἀρ’ οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;