Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.132
Not analysed yet
Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· οὐ δύναται Παλλὰς Δἴ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις.