Ancient Greek
Book 6, Chapter 16
Clement of Alexandria, Στρώματα 6.16.145
Not analysed yet
πάλιν ἐν ταῖς νόσοις κρίσιμος ἡ ἑβδόμη καὶ ἡ τεσσαρεσκαιδεκάτη, καθ’ ἃς ἡ φύσις διαγωνίζεται πρὸς τὰ νοσοποιὰ τῶν αἰτίων. καὶ μυρία τοιαῦτα ἁγιάζων τὸν ἀριθμὸν παρατίθεται Ἕρμιππος ὁ Βηρύτιος ἐν τῷ Περὶ ἑβδομάδος. σαφῶς δὲ τὸν περὶ ἑβδομάδος τε καὶ ὀγδοάδος μυστικὸν λόγον τοῖς γιγνώσκουσι παραδίδωσιν ὁ μακάριος Δαβὶδ ὧδέ πως ψάλλων· τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. †εἴη δ’ ἂν ἡμᾶς βασιλεύειν. ἵνα τοίνυν γενητὸν εἶναι τὸν κόσμον διδαχθῶμεν, μὴ ἐν χρόνῳ δὲ ποιεῖν τὸν θεὸν ὑπολάβωμεν, ἐπήγαγεν ἡ προφητεία· αὕτη ἡ βίβλος γενέσεως καὶ τῶν ἐν αὐτοῖς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸ μὲν γὰρ ὅτε ἐγένετο ἀόριστον ἐκφορὰν καὶ ἄχρονον μηνύει, τὸ δὲ ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεός, τουτέστιν ἐν ᾗ καὶ δἰ ἧς τὰ πάντα ἐποίησεν, ἧς καὶ χωρὶς ἐγένετο οὐδὲ ἕν, τὴν δἰ υἱοῦ ἐνέργειαν δηλοῖ, ὅν φησιν ὁ Δαβίδ· αὕτη ἡ ἡμέρα ἥν ἐποίησεν ὁ κύριος· εὐφρανθῶμεν καὶ ἀγαλλιαθῶμεν ἐν αὐτῇ, τουτέστι κατὰ τὴν δἰ αὐτοῦ γνῶσιν παραδιδομένην τὴν θείαν ἑστίασιν εὐωχηθῶμεν. ἡμέρα γὰρ εἴρηται ὁ φωτίζων τὰ ἐπικεκρυμμένα λόγος καὶ δἰ οὗ εἰς φῶς καὶ γένεσιν ἕκαστον τῶν κτισμάτων παρῆλθεν. καὶ ὅλως ἡ δεκάλογος διὰ τοῦ ἰῶτα στοιχείου τὸ ὄνομα τὸ μακάριον δηλοῖ, λόγον ὄντα τὸν Ἰησοῦν παριστῶσα.