Ancient Greek
Book 6, Chapter 16
Clement of Alexandria, Στρώματα 6.16.146
Not analysed yet
Ὁ δὲ πέμπτος ἑξῆς ἐστι λόγος περὶ τιμῆς πατρὸς καὶ μητρός. πατέρα δὲ καὶ κύριον τὸν θεὸν λέγει σαφῶς. διὸ καὶ τοὺς ἐπιγνόντας αὐτὸν υἱοὺς ἀναγορεύει καὶ θεούς. κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ’, ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ’ ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν. καὶ ἔστι δἰ αὑτὴν αἱρετή. πᾶν τε αὖ τὸ καλὸν καὶ σεμνὸν παρὰ τοῦ θεοῦ δἰ υἱοῦ γιγνώσκεται. Ἕπεται τούτῳ ὁ περὶ μοιχείας λόγος. μοιχεία δ’ ἐστίν, ἐάν τις καταλιπὼν τὴν ἐκκλησιαστικὴν καὶ ἀληθῆ γνῶσιν καὶ τὴν περὶ θεοῦ διάληψιν ἐπὶ τὴν μὴ προσήκουσαν ἔρχηται ψευδῆ δόξαν, ἤτοι θεοποιῶν τι τῶν γενητῶν ἢ καὶ ἀνειδωλοποιῶν τι τῶν μὴ ὄντων εἰς ὑπέρβασιν, μᾶλλον δὲ ἔκβασιν γνώσεως. ἀλλοτρία δὲ τοῦ γνωστικοῦ ἡ ψευδὴς δόξα ὥσπερ ἡ ἀληθὴς οἰκεία τε καὶ σύζυγος.