Ancient Greek
Book 6, Chapter 16
Clement of Alexandria, Στρώματα 6.16.147
Not analysed yet
διόπερ καὶ ὁ γενναῖος ἀπόστολος ἕν τι τῶν τῆς πορνείας εἰδῶν τὴν εἰδωλολατρείαν καλεῖ ἀκολούθως τῷ προφήτῃ λέγοντι· ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον· τῷ ξύλῳ εἶπεν ὅτι πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· σὺ ἐγέννησάς με. Ἔπειτα ὁ περὶ φόνου λόγος ἐπακολουθεῖ. φόνος δὲ ἔξαρσίς ἐστι βιαία. τὸν οὖν ἀληθῆ λόγον περὶ θεοῦ καὶ τῆς ἀιδιότητος αὐτοῦ ὁ βουλόμενος ἐξαίρειν, ἵνα τὸ ψεῦδος ἐγκρίνῃ, λέγων ἤτοι ἀπρονόητον εἶναι· τὸ πᾶν ἢ τὸν κόσμον ἀγένητον ἢ τῶν κατὰ τὴν ἀληθῆ διδασκαλίαν βεβαίων ἐξωλέστατος. Μετὰ δὲ τοῦτον ὁ περὶ κλοπῆς ἐστι λόγος. ὡς οὖν ὁ κλέπτων τὰ ἀλλότρια μεγάλως ἀδικῶν εἰκότως περιπίπτει τοῖς ἐπαξίοις κακοῖς, οὕτως ὁ τὰ θεῖα τῶν ἔργων σφετεριζόμενος διὰ τέχνης ἤτοι πλαστικῆς ἢ γραφικῆς καὶ λέγων ἑαυτὸν ποιητὴν εἶναι τῶν ζῴων καὶ φυτῶν, ὁμοίως τε οἱ οἱ τὴν ἀληθῆ φιλοσοφίαν ἀπομιμούμενοι κλέπται εἰσί. κἂν γεωργός τις ᾖ κἂν πατὴρ παιδίου, διάκονός ἐστι σπερμάτων καταβολῆς, ὁ θεὸς δὲ τὴν πάντων αὔξησιν καὶ τελείωσιν παρέχων εἰς τὸ κατὰ φύσιν προσάγει τὰ γινόμενα.