Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.6
Not analysed yet
Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων· ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν, ὧδέ πως γράφει· ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο· καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος· ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν· †ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποις Ἄρης. ἔτι κἀκεῖνο μεταφράζων· νίκης ἀνθρώποισι θεῶν ἐν †πείρᾳ κεῖται, διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι· καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.