Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.7
Not analysed yet
Πάλιν Ὁμήρου εἰπόντος· ἀνιπτόποδες, χαμαιεῦναι, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· ἐν ἀστρώτῳ πέδῳ εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας. Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος· ἀλλ’ ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, παρὰ τὸ Ὁμηρικόν· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις, Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησιν· ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις. Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος· οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα —καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος· μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει, ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος· οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.