Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.8
Not analysed yet
Πάλιν Θεόγνιδος μὲν λέγοντος· οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος, Εὐριπίδης πεποίηκεν· πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος. Ἐπιχάρμου τε εἰπόντος· ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα, καὶ ἐπάγοντος· ὃ μὲν γὰρ ἄλλην λαμβάνει νεάνιδα, ἃ δ’ ἄλλον ἄλλῃ δῆτα μαστεύει τινά, Εὐριπίδης γράφει· κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν· ?ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά. Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος· κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει, Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνό φησι τὸ ἰαμβεῖον· ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα. Σόλωνος δὲ ποιήσαντος· τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται. ἄντικρυς ὁ Θέογνις γράφει· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δἰ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι. καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων· · εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.