Ancient Greek · ~3 min
ΚΛΕΟΜΗΔΟΥΣ ΚΥΚΛΙΚΗΣ ΘΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ ΔΕΥΤΕΡΟΝ., Κεφ. ζ΄.
Cleomedes, Μετέωρα 2-18
Not analysed yet
Λέγεται δʼ ἡ μὲν σελήνη πλέον ἀφίστασθαι ἐφʼ ἑκάτερα τοῦ διὰ μέσων τῶν ζῳδίων τῶν ἄλλων πλανήτων. Εἶτα μετʼ αὐτὴν ἡ Ἀφροδίτη, μοίρας πέντε ἐφʼ ἑκάτερον ἰοῦσα κατὰ τὴν πλανητικὴν κίνησιν, Ἑρμῆς δʼ ἀνὰ τέτταρας, Ἄρης δὲ καὶ Ζεὺς ἀνὰ δύο καὶ ἥμισυ μοίρας, Κρόνος ἀνὰ μίαν ἐκατέρωθεν. Τοῦ δὲ ἡλίου Ἑρμῆς καὶ Ἀφροδίτη πᾶν διάστημα οὐκ ἀφίστανται, ἀλλʼ ὁ μὲν στίλβων τὰς πλείστας μοίρας εἴκοσιν, ὁ δὲ Φωσφόρος τὰς πλείστας πεντήκοντα. Τρεῖς δʼ οἱ ἄλλοι πᾶν διάστημα ἀφίστανται αὐτοῦ παραπλησίως τῇ σελήνῃ. Σύνοδον δὲ πρὸς τὸν ἥλιον ποιεῖται Ἑρμῆς μὲν διʼ ἡμερῶν ριϚ΄, μέσου τούτου γινομένου, Ἀφροδίτη δὲ εἰς ταὐτὸν ἀποκαθίσταται αὐτῷ διʼ ἡμερῶν φπδ´, Ἄρης δὲ διʼ ἡμερῶν ψψπ´, Ζεὺς δὲ διʼ ἡμερῶντ̣?η´τ̣?η´, Κρόνος δὲ διὰ τοη´.