Ancient Greek · ~11 min
ΚΛΕΟΜΗΔΟΥΣ ΚΥΚΛΙΚΗΣ ΘΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ ΔΕΥΤΕΡΟΝ., Κεφ. α΄.
Cleomedes, Μετέωρα 26
Not analysed yet
Καίτοι πρὸς ἅπασι τοῖς εἰρημένοις ἀτοπωτάτοις οὖσιν ἔτι καὶ τὰ ἄστρα ἀπεφήνατο ἀνατέλλοντα μὲν ἐξάπτεσθαι, δυόμενα δὲ σβέννυσθαι. Ὅπερ ὁμοιότατόν ἐστιν, ὡς εἴ τις ὁρωμένους μὲν τοὺς ἀνθρώπους εἶναι λέγοι, μὴ ὁρωμένους δὲ ἀποθνήσκειν, καὶ ἐπὶ τῶν ἄλλων, ὁπόσα ἐστὶν ὁρατά, τὸν ὅμοιον λόγον ποιοῖτο. Οὕτω δὲ ἄρα συνετὸς καὶ δαιμόνιος ὁ ἀνήρ ἐστιν, ὥστʼ οὐδ᾿ ἐκεῖνο ὑπῄει αὐτῷ, ὅτι τῆς γῆς σφαιρικῷ τῷ σχήματι κεχρημένης ἄλλοτε παῤ ἄλλοις ἕκαστα αὐτῶν καὶ δύεται καὶ ἀνατέλλει καὶ τούτου ἕνεκα δεήσει ἅμα καὶ σβέννυσθαι αὐτὰ καὶ ἐξάπτεσθαι, καὶ κατὰ πάσας τὰς τῶν ὁριζόντων μεταπτώσεις ἐν παραπλησίοις ἀναλογίαις γίνεσθαι ἀπλέτους φθορὰς φθειρομένων τε καὶ πάλιν ἐξάψεις ἐξαπτομένων, κατὰ πᾶσαν μετάπτωσιν ὁρίζοντος τούτου συμβαίνοντος. Πάρεστι δὲ καὶ ἀφ᾿ ἑτέρων μὲν μυρίων τὰς τῶν ὁριζόντων μεταπτώσεις καταμανθάνειν, διαφερόντως δὲ καὶ ἐκ τῶν κατὰ τὰ ἔθνη ἱστορουμένων περὶ τῶν ἐν ταῖς τροπαῖς ἡμερῶν τε καὶ νυκτῶν. Κατὰ μὲν γὰρ Μερόην τῆς Αἰθιοπίας ἕνδεκα ὡρῶν εἶναι ἡ θερινὴ νὺξ ἱστορεῖται, κατὰ δὲ Ἀλεξάνδρειαν δέκα, κατὰ δὲ τὸν Ἑλλήσποντον ἐννέα, κατὰ δὲ τὴν Ῥώμην ἐλάττων ἢ ἐννέα, κατὰ δὲ τὴν Μασσαλίαν ὀκτὼ ἡμίσους, παρὰ δὲ Κελτοῖς ὀκτώ, κατὰ δὲ τὴν Μαιῶτιν ἑπτά, ἐν δὲ τῇ Βρεττανίᾳ ἕξ. Ἀφ᾿ ὧν δὴ καταφανές, ὡς ἄλλοτε παῤ ἄλλοις δύεται καὶ ἀνατέλλει ὁ ἥλιος, καὶ οὐ μόνον τοῖς κατὰ κλίμα διεστῶσιν, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῖς αὐτοῖς παραλλήλοις οὖσι καὶ ἴσας τὰς ὥρας ἔχουσι τούτου συμβαίνοντος παρὰ τὸ ἢ πρὸς τῇ ἀνατολῇ μᾶλλον κεῖσθαι καὶ τάχιον τῇ τοῦ ἡλίου ἐκβολῇ ἐντυγχάνειν ἢ πρὸς τῇ δύσει καὶ βράδιον. Ὥστε μυρίων οὐσῶν τῶν κατὰ τοὺς ὁρίζοντας μεταβολῶν, κατὰ πᾶν κλίμα τῆς γῆς ἄλλου καὶ ἄλλου γινομένου, δεήσει καὶ τὰς σβέσεις καὶ τὰς ἐξάψεις τῶν ἄστρων ἀπλέτους γίνεσθαι. Ὧν οὐδ᾿ ἂν ἐπινοηθείη μόνον ἀνοητότερα καὶ πᾶσαν ἰδέαν καὶ προπετείας καὶ ἀμαθίας ἐμφανίζοντα. Οὕς γε οὐδὲ οἱ τῆς σελήνης φωτισμοὶ φανερώτατοι ὄντες ἐπέχουσι τοῦ μὴ οὕτως καταγέλαστα ἀποφαίνεσθαι. Πῶς γὰρ σβεννυμένου τοῦ ἡλίου κατὰ τὴν δύσιν ἐλλάμπεται καὶ φαίνει διὰ τῆς νυκτός; Ἢ πῶς ἐκλείπει περιπίπτουσα τῇ σκιᾷ τῆς γῆς μηδ᾿ ἐλλαμπομένη τὴν ἀρχήν; πῶς ἐξιοῦσα τῆς σκιᾶς πάλιν λαμπρύνεται μὴ ὄντος ὑπὸ γῆν τοῦ ἡλίου; πῶς αὐτὸς ὁ ἥλιος σβεννύμενος πάλιν ἐπὶ τὴν ἀνατολὴν παραγίνεται; Ἀλλὰ γὰρ μυθαρίῳ γραώδει πιστεύσας, ὡς τῶν Ἰβήρων ἱστορούντων ἐμπίπτοντα τὸν ἥλιον τῷ ὠκεανῷ ψόφον ποιεῖν σβεννύμενον ὡς διάπυρον σίδηρον ἐν ὕδατι, ἐπὶ ταύτην ἦλθε τὴν δόξαν ὁ μόνος καὶ πρῶτος ἀνθρώπων τὴν ἀλήθειαν ἐξευρών. Καὶ οὐδ᾿ ἐκεῖνο συνῆκεν, ὅτι πᾶν μέρος τοῦ οὐρανοῦ τὸ ἴσον ἀπέχει τῆς γῆς, ἀλλ᾿ εἰς τὴν πρὸς τῇ δύσει θάλασσαν αὐτὸν καταδύεσθαι ὑπέλαβε καὶ πάλιν ἐκ τῆς ἀνατολικῆς θαλάσσης ἀνατέλλειν καὶ ἀπὸ μὲν τοῦ ἀνατολικοῦ ὕδατος ἐξάπτεσθαι, ἀπὸ δὲ τοῦ πρὸς τῇ δύσει σβέννυσθαι.