Ancient Greek · ~2 min
ΚΛΕΟΜΗΔΟΥΣ ΚΥΚΛΙΚΗΣ ΟΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ ΠΡΩΤΟΝ., Κεφ. θ΄.
Cleomedes, Μετέωρα 5-7
Not analysed yet
Eἰ δὲ ἦν ὑψηλοτέρα τοῦ μέσου, οὔτʼ ἄν τὸ ἡμικόσμιον ὑπὲρ γῆς ἐφαίνετο οὔτε τὰ ἕξ ζῴδια καὶ αἱ ρπ΄ μοῖραι οὔτε τὸ τοῦ ἰσημερινοῦ ἥμισυ, ἀλλὰ μείονα τούτων πάντα. Ὅθεν καὶ τὰς ἡμέρας τῶν νυκτῶν διὰ παντὸς ἂν συνέβαινε μείονας εἶναι. Κἐ δὲ ταπεινοτέρα τοῦ μέσου ἦν, τἀναντία πάντα συνέβαινε ἂν τῶν προειρημένων, μείζονος ὄντος τοῦ ὑπὲρ γῆς ἡμισφαιρίου. ἕστε οὔτʼ ἐν ὕψει οὔτʼ ἐν ταπεινώματί ἐστι.