Ancient Greek · ~2 min
ΚΛΕΟΜΗΔΟΥΣ ΚΥΚΛΙΚΗΣ ΟΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ ΠΡΩΤΟΝ., Κεφ. ά.
Cleomedes, Μετέωρα 8
Not analysed yet
Εὔηθες δὲ καὶ τὸ λέγειν αὐτούς, ὅτι, εἴπερ ἔξω τοῦ κόσμου κενὸν ἔστι, τοῦτο ἄπειρον εἶναι δεήσει· εἰ δὲ ἄπειρόν ἐστι τὸ ἔξω τοῦ κόσμου κενόν, καὶ σῶμα ἄπειρον εἶναι δεήσει. Οὐ γὰρ ἀκολουθεῖ τῇ τοῦ κενοῦ ἀπειρίᾳ καὶ σῶμα ἄπειρον εἶναι. μὲν γὰρ τοῦ κενοῦ ἐπίνοια οὐδαμοῦ καταλήγει· ἐν δὲ τῇ τοῦ σώματος ἐπινοίᾳ εὐθύς καὶ τὸ πεπερασμένον περιέχεται. Καὶ οὐδὲ δύναται ἕξεως ἀπείρου εἶναι. Πῶς γὰρ ἂν δύναιτό τι ἄπειρον ὄν ὑπό τινος ἔχεσθαι; Λέγεται δὲ καὶ ἕτερά τινα ὑπʼ αὐτῶν ὅμοια.