Ancient Greek · ~7 min
ΚΛΕΟΜΗΔΟΥΣ ΚΥΚΛΙΚΗΣ ΟΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ ΠΡΩΤΟΝ., Κεφ. ια΄.
Cleomedes, Μετέωρα 9-2
Not analysed yet
Ἔνιοι δὲ λέγοντες μὴ ἐπέχειν σημείου λόγον τὴν γῆν, τοιούτοις χρῶνται ἐπιχειρήμασι. Φασὶ γάρ, ὅτι ἡ ὄψις εἰς ὕψος ἐπαιρομένη τὰ ἐν τοῖς ἐπιπέδοις οὐ θεωρούμενα, ἀλλʼ ὑπὸ τὸν ὁρίζοντα κεκρυμμένα θεωρεῖ, καὶ ὅσῳ ὑψηλότερον ἐπαίρεται, μᾶλλον· ὥστε οὐκ ἀπὸ παντὸς μέρους τῆς γῆς εἰς δύο ἴσα διαιρεῖται ὁ οὐρανός. Ὃ δοκεῖ τεκμήριον εἶναι τοῦ σημείου λόγον μὴ ἐπέχειν τὴν γῆν. Ῥητέον οὖν πρὸς τοῦτο, ὅτι τὸ σχῆμα τῆς γῆς περιφερὲς ὂν τούτου αἴτιον γίνεται· ὥστε καὶ εἰ σταδιαία τὸ μέγεθος ἦν ἡ γῆ, μέση κειμένη ὁμοίως καὶ περιφερὴς οἦσα, τὸ ὅμοιον ἂν συνέβαινε. Καὶ οὐ δήπου ἐνεχώρει ἂν λέγειν, ὅτι μηδὲ ἡ οὕτως βραχεῖα σημείου λόγον ἐπέχει πρὸς τὸν κόσμον. Τὸ σχῆμα οὖν τούτου αἴτιον ἡγητέον. Καὶ εἴ τις ἀπὸ παντὸς σημείου τῆς γῆς ἐπίπεδον ἐκβάλοι τῇ ἐπινοίᾳ, οὐκ ἂν πλέον καὶ ἔλαττον τοῦ κόσμου ὑπὲρ γῆς ὀφθείη, ἀλλὰ τὸ ἴσον καὶ ἀπὸ τοῦ ὕψους καὶ ἀπὸ τῶν χθαμαλῶν· τὰ μέντοι μεγέθη τῶν ἄστρων ἴσα φαίνεται καὶ ἀπὸ ὕψους καὶ ἐκ θαλάσσης. Τάχα δʼ ἄν τις κἀκεῖνο φήσειεν ἐνταῦθα, διότι, ἐκ τῶν πεδίων καὶ τῆς θαλάσσης εἰ μὴ ἐθεωρεῖτο τὸ ἡμικόσμιον ὑπὲρ γῆς, ἀπὸ δὲ μόνων τῶν ὑψηλοτάτων, τάχʼ ἂν εἴχετό τινος λόγου τὸ ὑπʼ αὐτῶν λεγόμενον, ἀπό γε τῶν ὑψηλοτάτων εἰς δύο ἴσα διαιρουμένου τοῦ κόσμου, ἐκ δὲ τῶν χθαμαλῶν οὐκέτι, ἀλλὰ μείονος τοῦ ὑπὲρ γῆς φαινομένου. Νυνὶ δὲ οὐδὲν πρὸς λόγον ἐστίν, εἰ ὑψουμένης τῆς ὄψεως τὸ πλέον ὑπὲρ γῆς θεωρεῖται, ἐν σφαιροειδεῖ τῆς γῆς σχήματι τούτου γινομένου ἀναγκαίως. Τεκμήριον γὰρ ποιεῖσθαι ἄρα δεῖ τοῦ μὴ εἶναι τὴν γῆν πρὸς τὰ ὅλα στιγμιαίαν, οὐκ εἰ πλέον τοῦ κόσμου ἢ τὸ ἥμισυ ἐπαιρομένης τῆς ὄψεως ὁρᾶσθαι δυνατόν, ἀλλʼ εἰ μὴ ἐκ τῶν ἐπιπέδων τὸ ἴσον αὐτοῦ ὑπὲρ γῆς ὁρᾶται, τῶν μὲν ἐκ τῶν χθαμαλῶν ὁριζόντων ἐπιπέδων ὄντων, τῶν δὲ rξ ὕψους ὁρωμένων κωνοειδῶν καὶ ὄντων καὶ καλουμένων.