Ancient Greek · ~6 min
Section 12
Cleonides, Εἰσαγωγὴ ἁρμονική 12
Not analysed yet
Τόνος δὲ λέγεται τετραχῶς· καὶ γὰρ ὡς φθόγγος καὶ ὡς διάστημα καὶ ὡς τόπος φωνῆς καὶ ὡς τάσις. ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῷ ὀνόματι οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα καθάπερ Τέρπανδρος καὶ Ἴων. ὁ μὲν γάρ φησιν· ἡμεῖς τοι τετράγηρυν ἀποστέρξαντες ἀοιδὰν ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους. ὁ δὲ. ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχουσα τὰς συμφωνούσας ἁρμονίας τριόδους· πρὶν μέν σ᾿ ἑπτάτονον ψάλλον δὶς τέσσαρα πάντες Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι. καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι κέχρηνται τῷ ὀνόματι. ἐπὶ δὲ τοῦ διαστήματος, ὅταν λέγωμεν ἀπὸ μέσης ἐπὶ παραμέσην τόνον εἶναι. δὲ ὡς τόπος φωνῆς, ὅταν λέγωμεν δώριον ἤ φρύγιον ἢ λύδιον ἢ τῶν ἄλλων τινά. εἰσὶ δὲ κατὰ Ἀριστόξενον ιγ τόνοι. Ὑπερμιξολύδιος καὶ ὑπερφρύγιος καλούμενος· μιξολύδιοι δύο, ὀξύτερος καὶ βαρύτερος, ὧν ὁ ὀξύτερος καὶ ὑπεριάστιος καλεῖται, ὁ δὲ (p. 20) βαρύτερος καὶ ὑπερδώριος· λύδιοι δύο, ὀξύτερος καὶ βαρύτερος, ὧν ὁ βαρύτερος καὶ αἰόλιος καλεῖται· φρύγιο δύο, ὀξύτερος καὶ βαρύτερος, ὧν ὁ βαρύτερος καὶ ἰάστιος καλεῖται· δώριος εἷς· ὑπολύδιοι δύο, ὀξύτερος καὶ βαρύτερος, ὅς καὶ ὑποαιόλιος καλεῖται· ὑποφρύγιοι δύο, ὧν ὁ βαρύτερος καὶ ὑποιάστιος καλεῖται· ὑποδώριος. Τούτων ὀξύτατος μὲν ὁ ὑπερμιξολύδιος, βαρύτατος δὲ ὁ ὑπο-δώριος· οἱ δὲ ἐξῆς οἱ ἀπὸ τῶν ὀξυτάτων μεχρὶ τοῦ βαρυτάτου ἡμιτόνιον ἀλλήλων ὑπερέχοντες, παράλληλοι δὲ δύο τόνον, οἱ δὲ τρίτοι τριημιτόνιον· ἀναλόγως δὲ ἕξει καὶ ἐπὶ τῆς τῶν λοιπῶν τόνων διαστάσεως. ὁ δὲ ὑπερμιξολύδιος τοῦ ὑποδωρίου τῷ διὰ πασῶν ἐστιν ὀξύτερος. Ὁ δὲ ὡς τάσις τόνος λέγεται, καθʼ ὅ φαμεν ὀξυτονεῖν τινα ἢ βαρυτονεῖν μέσῳ τῷ τῆς φωνῆς τόνῳ κεχρῆσθαι.