Ancient Greek · ~3 min
Section 14
Cleonides, Εἰσαγωγὴ ἁρμονική 14
Not analysed yet
Μελοποιΐα ἐστὶ χρῆσις τῶν προειρημένων μερῶν τῆς ἁρμονικῆς καὶ ὑποκειμένων δύναμιν ἐχόντων. διʼ ὧν δὲ μελοποιΐα ἐπιτελεῖται δ ἐστιν· ἀγωγὴ πλοκὴ πεττεία τονή. ἀγωγὴ μὲν οὖν ἐστιν ἡ διὰ τῶν ἐξῆς φθόγγων ὁδὸς τοῦ μέλους, πλοκὴ δὲ ἡ ἐναλλὰξ τῶν διαστημάτων θέσις παράλληλος, πεττεία δὲ ἡ ἐφʼ ἑνὸς τόνου πολλάκις γινομένη πλῆξις, τονὴ δὲ ἡ ἐπὶ πλείονα χρόνον μονὴ κατὰ μίαν γινομένη προφορὰν τῆς φωνῆς. δὲ σχῆμα ἐπίπεδον τὰς τῶν μελῳδου- μένων περιέχον δυνάμεις. Δύναμις δέ ἐστι τάξις φθόγγου ἐν συστήματι, ἢ δύναμίς ἐστι τάξις φθόγγου, διʼ ἧς γνωρίζομεν τῶν φθόγγων ἕκαστον. Μελοποιΐα δέ ἐστι χρῆσις τῶν ὑποκειμένων τῇ ἁρμονικῇ πραγματείᾳ πρὸς τὸ οἰκεῖον ἑκάστης Οὗτος ὁ ὅρος τῆς κατὰ τὸ ἡρμοσμένον ἐστὶ πραγματείας.