Ancient Greek
Fragment 1
Cleostratus Poet. Phil., Fragmenta 1
Not analysed yet
SCHOL. EURIP. Rhes. 528 ὁ μὲν οὖν Παρμενίσκος ’πρῶτα σημεῖα’ φησὶ λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι, διότι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον <ὄντα ἀστρολόγον εἰπεῖν> οὕτως· ἀλλ' ὁπόταν τρίτον ἦμαρ ἐπ' ὀγδώκοντα μένηισι <Ἀρκτοφύλαξ φαίνων, τότε δὴ σημήϊα πρῶτα> σκορπίου εἰς ἅλα πίπτει ἅμ' ἠοῖ φαινομένηφι.