Ancient Greek
132.3
Clinias Phil., Fragmenta 132.3
Unproofread scanNot analysed yet
Πάσας δὲ τὰς αἰτίας ἀναίρεν, δι᾽ ἣς ἀδύναμ πέφυκεν ἄνθρωπος. Αὐται δὲ τρεῖς τυγχάνουσι· φιλαδονία μὲν ἐν ταῖς ἀπολαύσεσι ταῖς διὰ σώματος, πλεονεξία δὲ ἐν τῷ κερδαίνειν, φιλοδοξία δὲ ἐν τῷ καθυπερέχειν τῶν ἴσων τε καὶ ὀμοίων. Δεῖ τοιγαροὺν γνῶναι, ὅτι τούτοις ἀντιθέμεν σφῶν τέ ἐντι, ἡ μὲν φόβον ἐμπαρασκευάζοντι τοῖς ἀνθρώποις, ἡ δὲ αἰσχύναν, ἡ δὲ καὶ ἐπιθυμίαν· φόβον μὲν διὰ τῶν νόμων, αἰσχύναν δὲ τῶν θεῶν, ἐπιθυμίαν δὲ τῶν λόγων. Διδάσκειν οὖν δεῖ τοὺς νέους ἐξ ἀρχῆς τὰν τε τῶν θεῶν τιμὴν καὶ τὰν τῶν νόμων· ἐκ τούδε γὰρ φανερὸν ἂν εἴη, ὅτι πᾶν ἔργον ἀνθρώπινον καὶ βίος διούστατός τε καὶ εὐσεβείας μεθεῖζει, καὶ ὀρθοπλοεῖ.