Ancient Greek
Dfhg-Source dfhg4_CLITOPHON_RHODIUS
CLITOPHON RHODIUS, Fragmenta 5
Not analysed yet
Νηλεὺς (in codd. BV. Corrupte Ἀπλεὺς) ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαϊκῆς Ἑλίκης. Παραγενόμενος εἰς τὴν Καρίαν ἱερὸν Ποσειδῶνος ἱδρύσατο καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους Ἑλικώνιον προσηγόρευσε. Δοκεῖ δ ̓ ἐπὰν θύωσι [τὸν θεὸν], βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγώντων δὲ, λυποῦνται, μηνίειν νομίζοντες. Ἡ ἱστορία παρὰ Κλειτοφῶντι.