Ancient Greek
793.6
Cocondrius, Peri Tropon 793.6
Unproofread scanNot analysed yet
τὰς γὰρ ὀνόματι ἀπὸ τοῦ σχήματος ὀξείας καλουμένας νήσους μεταληπτικῶς θοὰς εἴρηκεν, τὴν ὁμώνυμον εἰς τὴν συνώνυμον μεταβαλὼν· τῷ γὰρ θοῷ συνωνυμεῖ πᾶν τὸ κατὰ κίνησιν ὅξυ· τούτῳ δὲ ὁμώνυμον πᾶν τὸ ἄκμὴν ἔχον, κατὰ τὸ ἄκρον ἠκονημένον· καὶ πάλιν ἐπὶ τοῦ Κύκλωπος· ,,δαλὸν ἀποξύναι δ᾽ ἐκέλευσεν, ἐγὼ δ᾽ ἐθόωσα παραστάς·" χέῖρηται δὲ τῷ ἐθόωσα ἀντὶ τοῦ ὀξύναι. Τινὲς μέντοι τὴν τε ἔλλειψιν καὶ πλεονασμὸν καὶ ἀμφιβολίαν καὶ ὁμοίωσιν καὶ ἀνταπόδοσιν τοῖς τρόποις οὐ θέλουσιν ὑπαγαγεῖν.