Ancient Greek · ~4 min
Section 11
Comarius, Κομαρίου φιλοσόφου ἀρχιερέως διδάσκοντος τὴν Κλεοπάτραν τὴν θείαν καὶ ἱερὰν τέχνην τοῦ λίθου τῆς φιλοσοφίας 11
Not analysed yet
Ἀπὸ τοῦ νῦν δὲ ἐρῶ ὑμῖν τηλαυγῶς ποῦ κεῖνται τὰ στοιχεῖα καὶ αἱ βοτάναι· ἐν αἰνίγμασι δὲ ἄρξομαι τοῦ λέγειν. Ἄνελθε εἰς τὴν στέγην τὴν ἀνωτάτην, εἰς τὸ δασὺ ὄρος ἐν δένδροις, καὶ ἰδοὺ πέτρα ἐν τῇ ἀκρωρεία, καὶ ἐκ τῆς πέτρας λάβε ἀρσένικον, καὶ λεύκαναι θείως. Καὶ ἰδοὺ ἐν τῇ μέσῃ τοῦ ὄρους κάτωθεν τοῦ ἀρσενικοῦ, ἐκεῖ ἐστιν ἡ ὁμόζυξ αὐτοῦ, ἐν ᾗ ἑνοῦται, μεθ’ ἧς ἔχει τὴν τέρψιν. Καὶ χαίρεται φύσις ἐν φύσει καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται. Κάτελθε εἰς τὴν αἰγυπτιακὴν θάλασσαν, καὶ ἀνάγαγε μεθ᾽ ἑαυτοῦ ἐκ τῆς ψάμμου ἐκ τῆς πηγῆς τὸ λεγόμενον νίτρον. Καὶ ἕνωσον αὐτὰ ἀλλήλοις, καὶ αὐτὰ ἐξάγει ἔξω τὸ παμβαφὲς κάλλος, καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται· μέτρον γὰρ αὐτὸῦ ἐστιν ἡ ὁμόζυξ. Ἰδοὺ φύσις τῇ φύσει ἀνταποδίδοται, καὶ ὅταν τὰ πάντα ἰσομέτρως συναθροίσῃς, τότε νικῶσιν αἱ φύσεις τὰς φύσεις καὶ τέρπονται ἐν ἀλλήλαις.