Ancient Greek
Fragment 339a
Comica Adespota (CGFPR), Argumenta metrica 339a
Not analysed yet
(ἀνακύκλικοι) Ἔρως, Ἀφ[ρο]δίτης υἱὸς ἐπιεικής, [ν]έος,
νέος ἐπιεικὴς υἱὸς Ἀφροδίτης Ἔρως,
ἐλήλυθ' [ἀ]γγελῶν τοιοῦτο πρᾶγμά τι,
πρᾶγμ[ά] τι τοιοῦτον ἀ[γ]γελῶν ἐλήλυθα,
κατὰ τ[ὴ]ν Ἰωνίαν πάλαι γεγενημέν[ο]ν,
γεγ]ενημένον πάλαι κατὰ τὴν [Ἰ]ωνίαν.
κό]ρην νεανίσκος [ν]έαν Τροιζ[ηνία]ν,
Τροιζηνίαν [νέαν ν]εανίσκ[ος κόρην
ἐπρίατ' [ἐρασθ]εὶς [ε]ὔ[πορος πωλουμένην,
πωλουμένην εὔπορος ἐ[ρασθε]ὶς [ἐπρίατο·
Τροιζήνιος γεγενημ[ένος κατὰ τοὺς νόμους,
κατὰ τοὺς [ν]όμους γεγε[νη]μ[ένος Τροιζήνιος,
ἔ]χων γυναῖ[κα] κατε[βίω· τὸ τέρμ' ἔχεις.
ἔχεις τὸ τέρμα· κατ[ε]β[ίω γυναῖκ' ἔχων.