Ancient Greek
Play FCA, lines 331-395
Comica Adespota (FCG), Fragmenta 331-395
Not analysed yet
ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων.
ἅτερος πρὸς τὸν ἕτερον
ὑπαλείφεται τὼ χεῖρέ θ' ὑποκονίεται.
Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.
ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ' εἶ τηθαλλαδοῦς;
ἡ δὲ προὐκαλεῖτό με
βαυβᾶν μετ' αὐτῆς.
Ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
Τόλμα τι, κινδύνευε, πρᾶττ', ἀποτύγχανε,
ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.
τί ποτ' ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;
Β. δέδοικ' ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.
αὐλεῖ Μαριανδυνοῖς καλάμοις *(θρηνῳδίαν)
κρούων ἰαστί.
αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ.
ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον.
ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν.
θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια.
εἶμι γάρ
ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου.
νῦν δὲ σωθείην ἵνα
διδάγματ' ᾖ μοι ταῦτα τοῦ λοιποῦ χρόνου.
ἡ γλῶττ' ἀνέγνωχ', ἡ δὲ φρὴν οὐ μανθάνει.
πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος.
ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται,
ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς.
πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης
παρέχει.
οὗτος πατὴρ τοῦ παιδός· εἰ γὰρ ὤφελεν.
περὶ μεγάλων *(γὰρ) πραγμάτων σκοπουμένοις
εὐνουστάτη σύμβουλος ἡ παρρησία.
Παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου.
Ὁ *(δὲ) βίος ἔστ' ἀλαζονείας δεόμενος.
Φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ *(μανθάνειν).
χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.
Σικελίας αὔχημα τροφαλίς.
ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
Πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν.
Μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ.
Ὁ μέν τις ἀμπέλους
τρυγῶν, ὁ δ' ἀμέργων τὰς ἐλάας.
Μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως
[μέγ'] ὑπερέβαλλεν ὁ κεραμεὺς Ὑπέρβολος.
Εἶτά μοι σκάπτων ἐρεῖ
ἐφ' οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γάρ
πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.
Ἔχει τελευτὴν ἧσπερ οὕνεκ' ἐγένετο.