Ancient Greek
Dfhg-Source dfhg4_CONON
CONON, Fragmenta 3
Not analysed yet
Ὁ δὲ πρὸς τὸν Αἰγαίωνα μῦθος ὑπὸ Δημητρίου φέρεται τοῦ Κνιδίου (scr. Σκηψίου̣). Κόνων δὲ ἐν τῇ Ἡρακλείᾳ φησὶν ὅτι Αἰγαίων καταγωνισθεὶς ὑπὸ Ποσειδῶνος κατεποντίσθη εἰς τὸ νυνὶ λεγόμενον ὑπὸ τοῦ Ἀπολλωνίου ἠρίον Αἰγαίωνος, (τὸν αὐτὸν καὶ Βριάρεων καλῶν). Περὶ δὲ τῆς κλήσεως τοῦ Αἰγαίου πελάγους ἐν μὲν τῷ τρίτῳ τῷ Περὶ τῆς Νησιάδος φησὶν ἐν τούτοις· «Τὸ Αἰγαῖον πέλαγος οἱ μὲν ἀπὸ τῆς Περκανίας Αἰγὸς ἐπώνυμον γεγονέναι φασίν· οἱ δὲ, ἀπὸ τῆς Καρυστίας τῆς Αἰγαίης ὀνομαζομένης. Αἱ μὲν γὰρ Αἰγαὶ, ἔνθεν τὸν Ποσειδῶνα παραγίνεσθαι φασὶ, κατὰ Πελοπόννησον εἰσὶν, ἐν τοῖς περὶ Κρίσαν τόποις (ἐν τῷ κατὰ Κρίσαν κόλπῳ).»