Ancient Greek · ~37 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 14.1
Not analysed yet
«Ἀρτάπανος δέ φησιν ἐν τῇ Περὶ Ἰουδαίων, Ἀβραὰμ τελευτήσαντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψασθενὼθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην. Τοῦτον δὲ τοῖς Ἰουδαίοις φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τὴν Κεσσὰν οἰκοδομῆσαι, τό τε ἐπ ̓ αὐτῇ ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κατασκευάσαι. Τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινὶ κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην δὲ στείραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν Ἰουδαίων παιδίον, τοῦτο δὲ Μώυσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι. Γενέσθαι δὲ τὸν Μώυσον τοῦτον Ὀρφέως διδάσκαλον· ἀνδρωθέντα δ ̓ αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι· καὶ γὰρ πλοῖα καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας καὶ τὰ Αἰγύπτια ὅπλα καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λς’ νομοὺς διελεῖν, καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν Θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν. Ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. Πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους. Διὰ ταῦτα οὖν τὸν Μώυσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν. Τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν Μωύσου φθονῆσαι αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ ̓ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. Καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ, τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον πέμψαι τὸν Μώυσον ἐπ ̓ αὐτοὺς στρατηγὸν μετὰ δυνάμεως, τὸ δὲ τῶν γεωργῶν αὐτῷ συσῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρατιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι. Τὸν δὲ Μώυσον ἐλθόντα ἐπὶ τὸν Ἑρμοπολίτην ὀνομαζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεονεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας· λέγειν δέ φησιν τοὺς Ἡλιουπολίτας γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. Τοὺς οὖν περὶ τὸν Μώυσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν λιν ἐν τόυτῳ κτίσαι τῷ τόπῳ, καὶ τὴν ἴβιν ἐν αὐτῇ καθιερῶσαι διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν. Προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμοῦ πόλιν. Οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολεμίους, στέρξαι τὸν Μώυσον, ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ ̓ ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. Τὸν δὲ Χενεφρῆν, λυθέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. Παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους, τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι, προφυλα κῆς χάριν· τοῖς δὲ προστάξαι τὸν ἐν Διὸς πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὅρος λατομήσαντας· τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα. Τὸν δὲ ἐλθόντα μετὰ Μωύσου εἰς Μέμφιν πυθέσθαι παρ ̓ αὐτοῦ, εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν διὰ τὸ τὴν γῆν ὑπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεύσαντα ταῦρον Ἆπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι, καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωύσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ Μωύσου ἐπινοήματα. Ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων, ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωύσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν, καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. Μηδενὸς δ ̓ ὑπακούσαντος, ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ ̓ αὐτοῦ· τὸν δὲ ὀνειδισθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μερρίδος τελευτησάσης, ὑποσχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωύσῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώυσον ὑπὸ τοῦ Χανεθὼθ ἀναιρεθήσεσθαι. Πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωύσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυλάσσοντα αὐτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι. Τιμᾶσθαι δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἔλαττον ἢ τὴν Ἶσιν. Ἀαρῶναι δὲ τὸν τοῦ Μωύσου ἀδελφὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα, συμβουλεῦσαι τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν. Τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ Μωύσου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπάσασθαι τὴν μάχαιραν ἐπ ̓ αὐτὸν, τὸν δὲ Μώυσον προκαταταχήσαντα, τήν τε χεῖρα κατασχεῖν αὐτοῦ, καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανεθώθην· διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν, καὶ Ῥαγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα· τὸν δὲ Ῥαγουῆλον βούεσθαι στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώυσον, καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κατασκευάσαι· τὸν δὲ Μώυσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων· τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρατεύειν τοῖς Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι· τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστάξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δ ̓ ἐσθῆτα μὴ ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ ̓ αὐτοῦ. Τὸν δὲ Μώυσον εὔχεσθαι τῷ Θεῷ ἤδη ποτὰ τοὺς λαοὺς παῦσαι τῶν κακοπαθειῶν. Ἱλασκομένου δ ̓ αὐτοῦ, αἰφνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι, καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. Τὸν δὲ Μώυσον δείσαντα τὸ γεγονὸς φεύγειν· φωνὴν δ ̓ αὐτῷ θείαν εἰπεῖν, στρατεύειν ἐπ ̓ Αἴγυπτον, καὶ τοὺς Ἰουδαίους διασώσαντα εἰς τὴν ἀρχαίαν ἀγαγεῖν πατρίδα. Τὸν δὲ θαρρήσαντα δύναμιν πολεμίαν ἐπάγειν διαγνῶναι τοῖς Αἰγυπτίοις. Πρῶτον δὲ πρὸς Ἀαρῶνα τὸν ἀδελφὸν ἐλθεῖν· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων πυθόμενον τὴν τοῦ Μωύσου παρουσίαν καλέσαι πρὸς αὑτὸν, καὶ πυνθάνεσθαι ἐφ ̓ ὅ τι ἥκοι· τὸν δὲ φάναι, διότι προστάσσειν αὐτῷ τὸν τῆς οἷκουμένης δεσπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. Τὸν δὲ πυθόμενον εἰς φυλακὴν αὐτὸν καθεῖρξαι. Νυκτὸς δὲ ἐπιγενομένης, τάς τε θυρὰς πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμωτηρίου, καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι, τά τε ὅπλα κατεαγῆναι. Ἐξελθόντα δὲ τὸν Μώυσον ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν, καὶ ἐνθάδε τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγείραι. Τὸν δὲ ἐκπλαγέντα ἐπὶ τῷ γεγονότι κελεῦσαι τῷ Μωύσῳ τὸ τοῦ πέμψαντος αὐτὸν θεοῦ εἰπεῖν ὄνομα, διαχλευάσαντα αὐτόν· τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα πεσεῖν ἄφωνον, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωύσου πάλιν ἀναβιῶσαι· γράψαντα δὲ τοὔνομα εἰς δέλτον κατασφραγίσασθαι· τῶν δὲ ἱερέων τὸν ἐκφαυλίσαντα ἐν τῇ πινακίδι τὰ γεγραμμένα μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν δὲ τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι· τὸν δὲ Μώυσον ἥν εἶχε ῥάβδον ἐκβαλόντα ὄφιν ποιῆσαι· πτοηθέντων δὲ πάντων, ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι, καὶ πάλιν ῥάβδον ποιῆσαι. Προελθόντα δὲ μικρὸν, τὸν Νεῖλον τῇ ῤάβδῳ πατάξαι· τὸν δὲ ποταμὸν πολύχουν γενόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον· ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιγ αὐτοῦ γίνεσθαι· συναγαγὸν δὲ τὸ ὕδωρ ἀποζέσαι, καὶ τὰ ποτάμια διαφθεῖραι ζῷα, τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. Τὸν δὲ βασιλέα, τούτων γενομένων τῶν τεράτων, φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν· τὸν δὲ Μώυσσν πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ συστεῖλαι τὸ ῥεῦμα. Τούτου δὲ γενομένου, τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς ἀναιρήσειν καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργήγωσί τι. Τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι, καὶ τὸν ποταμὸν μεταχρῶσαι. Τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. Τὸν δὲ Μώυσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιῆσαι καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι λυμαίνεσθαι τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι τὰ σώματα. Τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτως πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους. Πάλιν δὲ τὸν Μώυσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖνατι, πρὸς δὲ τούτοις ἀκρίδας καὶ σκνῖφᾳς. Διὰ τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱερὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν, παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα ἀνεῖναι. Τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου, τὸν Μώυσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. Συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας, τῶν δὲ ναῶν τοὺς πλείστους. Τελευταῖον τοσαύταις συμφοραῖς περιπεσόντα τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι· τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν, ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν Ἐρυθρὰν τριταίους ἐλθεῖν θάλασσαν. Μεμφίτας μὲν οὖν λέγειν, ἔμπειρον ὄντα τὸν Μώυσον τῆς χώρας τὴν ἄμπωτιν τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι· Ἡλιουπολίτας δὲ λέγειν, ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως ἅμα καὶ τοῖς καθιερωμένοις ζῴοισ, διὰ τὸ τὴν ὕπαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν. Τῷ δὲ Μωύσῳ καὶ διαστῆναι· τὸν δὲ Μώυσον ἀκούσαντα, έπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. Συνεμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων, φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὐπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς τοῦ Θεοῦ κρῖμνον, ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. Γεγονέναι δέ φησι τὸν Μώυσον μακρὸν, πυρρακῆ, πολιὸν, κομήτην, ἀξιωματικόν. Ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.»