Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 16
Not analysed yet
Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα, ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰμ, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοιχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἀβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἀβραὰμ ἐκ Χεττούρας· ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι Δαδάν· ἐκ δὲ τοῦ Δαδὰν Ῥαγουήλ· ἐκ δὲ τοῦ Ῥαγουὴλ Ἰοθὸρ καὶ Ἀβάβ (καὶ Ἰοβάβ in Cram. An. Par. II; p. 256, ubi eadem)· ἐκ δὲ τοῦ Ἰοθὸρ Σεπφώραν, ἣν γῆμαι Μωσῆν. Καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἴναι ἀπὸ Ἀβραὰμ ἕβδομον, τὴν δὲ Σεπφώραν ἕκτην. Συνοικοῦντος γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ ̓ οὗ Μωσῆν εἶναι, γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμ ̓, καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ ὄντα ἐτῶν ἑκατὸν γεννῆσαι. Ὥστε μβ’ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαὰρ ἀφ ̓ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι. Οὐδὲν οὖν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. Κατοικεῖν δ ̓ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἀβραὰμ παίδων ὀνομασθῆναι. Φησὶ γὰρ τὸν Ἀβραὰμ τοὺς πακῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι· διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.