Ancient Greek · ~5 min
141 to 152
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 141-152
Not analysed yet
Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ. Εὐκλείδης ἀπὸ Μεγάρων τῶν πρὸς Ἰσθμῷ, ἢ Γελῶος κατ ̓ ἐνίους, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. Καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διονυσίῳ, οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς· ἐγυμνάσατο δὲ παρ ̓ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφ ̓ οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετωνομάσθη, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου καλούμενος [ὄνομα], καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. Ἐφιλοσόφει δὲ τὴν ἀρχὴν ἐν Ἀκαδημίᾳ, εἶτα ἐν τῷ κήπῳ τῷ παρὰ τὸν Κολωνὸν, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς καθ ̓ Ἡράκλειτον. Καρνεάδης, Ἐπικώμου ἣ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. Χρύστππος, Ἀπολλωνίου, Σολεὺς ἢ Ταρσεὺς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. Ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, εἶτ ̓ Ἀναξάρχῳ ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Τυμνοσοφισταῖς ἐν Ἰνδίᾳ συμμῖξαι καὶ τοῖς Μάγοις. Διὰ τί τὸν Διόνυσον Λίβερουμ πάτρεμ μαλοῦσι; . . . ἢ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ παρ ̓ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύσου προσαγορευομένου; Ὁ τοίνυν Ἀλέξανδρος οἱ Πολυΐστωρ ὄνομα ἔχων οὔτως ὁρίζεται· Διαίρεσις, φησὶν, ἐστὶ τιμὴ τοῦ περιέχοντος ζητήματος εἰς τὰ περιεχόμενα ζητήματα, ἢ τομὴ συνεζευγμένου ζητήματος εἰς τὰ συνεζευγμένα ζητήματα.