Ancient Greek · ~11 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 2.1
Not analysed yet
Πρῶτοι μὲν γὰρ, ὧν ἀκοῇ ἴσμεν, Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι, πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νίνος τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος, Σεμίραμίς τε αὖ μετ ̓ ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου· ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης, Βεληταράς τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως τὴν βασιλείαν, καὶ τῷ οἰκείῳ ἐνεφύτευσε γένει, ὥς που Βίωνι γέγρα· πται καὶ Ἀλεξάωδρῳ τῷ Πολυΐστορι, ἕως ἐς Σαρδανάπαλλον, [ἐφ ̓ οὗ] ὡς ἐκεῖνοί φασι, τῆς ἀρχῆς ἀρχῆς ἀπομαρανθείσης, Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος ἀνῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βασιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος, ἕξ τε καὶ τριακοσίων ἤδη πρὸς τοῖς χιλίοις καὶ ὀλίγῳ πλειόνων ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νίνος τῶν ἐκείνῃ κατέσχε πραγμάτων. Οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν ὁ Σικελιώτης. Μῆςοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττοντο νόμοις. Ἔτη δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια Κῦρος ὁ Καμβύσου τὸν Ἀστυάην καταπολεμήσας, ἐπὶ Πέρσας τὴν ἡγεμονίαν μετήγαγε. Πῶς δὲ οὐκ ἤμελλεν, Πέρσης τε ὢν αὐτὸς ἰθαγενὴς, καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς σὺν Ἀστυάγει παρατάξεις; Κρατήσαντες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ τούτων ἀρχὴ τελεώτατα διερρύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ καταλυθεῖσα. Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον ἀποκτείνας τὸν Ἀρσάμου τὸν βασιλέα, καὶ ἅπασαν τὴν Περσίδα παραστησάμενος ἐς Μακεδονικὴν τὰ πράγματα μετέθηκε πολιτείαν. Οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μάλιστα καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶναι ξυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας γε ὄντας, κατασχεῖν ἐπιπλεῖστον τῆς ἀλλοδαπῆς καὶ ὀθνείας, καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. Καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἀπεκράτουν, τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιάσαντες, καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥωμαίους παραταξάμενοι, τοῦ πλείονος ἕκατι, διέλυσαν τὰς οἰκείας δυνάμεις, καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας ἐδόκουν. Τοιγάρτοι ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μήδων ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι), ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί γε αὐτοὺς, ἔθνος κατήκοον καὶ ἤκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, παρέλυσαν τῆς ἀρχῆς τοὺς Μακεδόνας. Καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπτου ἡγοῦντο, Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ ̓ ἀυτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκότος. Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρωχηκότων ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ Ῥωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ ̓ ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσρόου τοῦ καθ ̓ ἡμᾶς βσιλεύειν ἤρξατο γένος.