Ancient Greek · ~10 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 3
Not analysed yet
Συνάδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς πεποιημένοις Ἕλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον. «Εὐπόλεμος δὲ ἐν τῷ Περὶ Ἰουδαίων, τῆς Ἀσσυρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς Γίγαντας · οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. Πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας, τοὺς Γίγαντας διασπαρῆναι καθ ̓ ὅλην τὴν γῆν. Δεκάτῃ δὲ γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ (ἥν τινας λέγειν πόλιν Οὐρίην, εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ [fort. Ἐν τοίνυν δ.] γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενίᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαῖκὴν εὑρεῖν, ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ. Τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. Ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ, τὸν τὸν Ἀβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας. Πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν, ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς λαβόντα τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Ἀργαριζὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος Ὑψίστου· παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ Θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. Λιμοῦ δὲ γενομένου, τὸν Ἀβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι. Περισσότερον δὲ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέδη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον· μάντεις δὲ, αὐτοῦ καλέσαντος, τοῦτο φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι, ὅτι γυνὴ ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. Συτζήσαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρησιν αὐτῶν εἰς Ἐνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους. Βαβυλωνίους γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὅν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναὰν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Μεστραΐμ, πατέρα Αἰγυπτίων. Ἕλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἐνώχ· τοῦ δὲ Ἐνὼχ γενέσθαι υἱὸν Μαθουσάλαν, ὃν πάντα δι ̓ ἀγγέλων Θεοῦ γνῶναι, καὶ ἡμᾶς οὕτως ἐπιγνῶναι.