Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 26
Not analysed yet
Ἄννιος δὲ, Τούσκων βασιλεὺς, ἔχων θυγατέρα εὔμορφον, τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δ ̓ ἐκ τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν, ἠράσθη, καὶ μὴ στέγων τὸν ἔρωτα, ἥρπασε καὶ ἦγεν εἰς Ῥώμην. Ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ μὴ συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον ποταμὸν, ὃς Ἀννίων μετωνομάσθη· τῇ δὲ Σαλίᾳ συγγενόμενος Κάθητος, ἐποιήσατο Λατῖνον καὶ Σάλιον, ἀφ ̓ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος, ὡς Ἀριστείδῆς μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τρίτῳ Ἰταλικῶν.