Ancient Greek
Edition urn:cts:greekLit:tlg1286.tlg022.local001
Corpus Hermeticum, Ἐκ τοῦ ὕμνου πρὸς τὸν παντοκράτορα (fragmentum) 001
Not analysed yet
ἀκοιμήτου πυρὸς ὄμματι ἐγρήγορε, δρόμον αἰθέρος ζωογονῶν, ἡλίου θέρμην κρατύνων, λαίλαπι μεθιστῶν νέφη, τοὔνομα μὴ χωρῶν ἐν κόσμῳ· ἄφθιτον ἀέναον πανεπίσκοπον ἐπίφοβον ὄμμα, πατέρα τῶν ὅλων, θεὸν ὄντα μόνον, ἀπ' οὐδενὸς ἔχοντα ἀρχήν, ἔγνωκα. —ἕνα μετὰ σὲ ὄντα μόνον ἐκ σοῦ γεραίρω υἱόν, ὃν ῥώμῃ ἀπορρήτῳ καὶ ὀξυτέρᾳ φωνῇ ἴδιον εὐθὺς ἀφθόνως καὶ ἀπαθῶς ἀγένητον (Erbse: ἀγενοῦς in one source, ἀγεννήτως in another) λόγον ἐγέννησας, θεὸν ὄντα τὴν οὐσίαν ἐκ τῆς οὐσίας, ὃς σοῦ τοῦ πατρὸς τὴν εἰκόνα τὴν ἄφθαρτον καὶ πᾶν ὁμοίαν (πανομοίαν Pitra, which I prefer) φέρει, ὥστε εἶναι ἐκεῖνον ἐν σοί, σὲ δὲ ἐν ἐκείνῳ, κάλλους ἔσοπτρον, ἀλληλεύφραντον πρόσωπον.