Ancient Greek
Excerpt 11
Corpus Hermeticum, Stobaei Hermetica 11.5
Not analysed yet
ἔχουσι δέ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παροξύνουσι πρὸς τὴν κακίαν. [διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι, ⟨ὡς⟩ μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν.] —Πῶς εἶπας, ὦ πάτερ; —Οὕτως, ὦ τέκνον. [πᾶν] τὸ ζῷον ⟨τὸ⟩ τῶν ἀνθρώπων ἐπιρρεπέστερόν ἐστιν εἰς τὴν κακίαν· καὶ ⟨γὰρ⟩ ταύτῃ σύντροφον γίγνεται, διὸ καὶ ἥδεται αὐτῇ. τοῦτο δὲ τὸ ζῷον ἐὰν μάθῃ ὅτι γενητὸς ὁ κόσμος, καὶ ⟨ὅτι⟩ πάντα κατὰ [πρόνοιαν καὶ] ἀνάγκην γίνεται, εἱμαρμένης πάντων ἀρχούσης, οὕ⟨τω⟩ πολλῷ ἑαυτοῦ χεῖρον ἔσται, καταφρονῆσαΝ μὲν τοῦ παντὸς ὡς γενητοῦ, τὰς δὲ αἰτίας τοῦ κακοῦ τῇ εἱμαρμένῃ ἀναφέρον, οὐΔ᾽ ἀφέξεταί ποτε παντὸς ἔργου κακοῦ. διὸ φυλακτέον αὐτούς, ὅπως ἐν ἀγνοίᾳ ὄντες ἔλαττον ὦσι κακοὶ [φόβῳ τοῦ ἀδήλου].