Ancient Greek · ~2 min
Excerpt 12
Corpus Hermeticum, Stobaei Hermetica 12
Not analysed yet
πάντα δὲ γίνεται ⎡φύσει καὶ εἱμαρμένῃ⎤, καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ· δύο δὲ τούτου ⎡αὐτοφυεῖς⎤ δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. ⟨καὶ ἡ μὲν ἀνάγκη. . . · ⟩ἡ δὲ εἱμαρμένη ὑπηρετεῖ προνοίᾳ ⎡καὶ ἀνάγκῃ. ⎤τῇ δὲ εἱμαρμένῃ ὑπηρετοῦσιν οἱ ἀστέρες. [οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος.] ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες· κατὰ γὰρ ταύτην πάντα ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις.