Ancient Greek
16.1 to 16.3
Corpus Hermeticum, Stobaei Hermetica 16.1-3
Not analysed yet
⟨ἡ⟩ ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος· καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. τυγχάνει γὰρ οὖσα ⎡ἀεικίνητος κατ᾽ οὐσίαν κατὰ νόησιν αὐτοκίνητος⎤, οὐκ ἔν τινι ⎡κινουμένη⎤, οὐ πρός τι, οὐ⟨χ⟩ ἕνεκέν τινος. προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖ τῶν ὑστέρων. ⎡τὸ ἔν τινι τοίνυν ἐστὶν⎤ ὁ τόπος καὶ ⟨ὁ⟩ χρόνος ⎡καὶ φύσις⎤· ⎡τὸ δὲ πρός τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα· ⎤τὸ δὲ οὗ ἕνεκα ⟨ταῦτα⟩, τὸ σῶμα. ἕνεκα γὰρ σώματος καὶ χρόνος καὶ τόπος καὶ φυσικ⟨ὴ κίνησις⟩· [ταῦτα δὲ κατὰ συγγενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις.] [ἐπεὶ τοίνυν τὸ σῶμα ἐδεῖτο τόπου] ἀμήχανον γὰρ [ἦν] συστῆναι σῶμα ἄνευ τόπου, [καὶ μεταβάλλεται φυσικῇ ⟨κινήσει⟩,] ἀδύνατον δὲ μεταβολὴν ⟨σώματος⟩ εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως. [οὔτε σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας].