Ancient Greek
Excerpt 16
Corpus Hermeticum, Stobaei Hermetica 16.4
Not analysed yet
ἕνεκα ⎡τοίνυν⎤ τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμενος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐᾷ ἀπόλλυσθαι τὸ μεταβάλλομενον. μεταβαλλόμενον δὲ ⟨τὸ σῶμα⟩ ἀπὸ ἑτέρου εἰς ἕτερον μεταπίπτει, καὶ τῆς μὲν ἕξεως στερίσκεται, τοῦ δὲ εἶναι σῶμα οὐχί [συστατόν]· μεταβληθὲν δὲ εἰς ἕτερον, τὴν τοῦ ἑτέρου ἕξιν ἔχει. ⟨⟨τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται· ⟩⟩τὸ γὰρ σῶμα, ᾗ σῶμα, μένει [σῶμα], ἡ δὲ ποιὰ διάθεσις οὐ μένει. [[τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται.]]